TLG 1475 001 :: MAIISTAS :: Aretalogia (IG 11.4.1299) Aretalogia (IG 11.4.1299) Citation: (Line) | ||
Μυρία καὶ θαμβητὰ σέθεν, πολύαινε Σάραπι, ἔργα, τὰ μὲν θείας ἀνὰ τύρσιας Αἰγύπτοιο ηὔδηται, τὰ δὲ πᾶσαν ἀν’ Ἑλλάδα, σεῖό θ’ ὁμεύνου Ἴσιδος· ἐσθλοῖσιν δὲ σαώτερες αἰὲν ἕπεσθε | ||
5 | ἀνδράσιν οἱ κατὰ πάντα νόωι ὅσια φρονέουσιν. Καὶ γάρ τ’ ἀμφιαλεῖ Δήλωι ἀρίσημα τέλεσσας τἀπολλωνίου ἱρὰ καὶ εἰς μέγαν ἤγαγες αἶνον. Αὐτὸς δ’ οἱ δηναιὰ πατὴρ ἐκόμισσεν ἀπ’ αὐτῆς Μέμφιδος, ὁππότε νηῒ πολυζύγωι ἤλυθεν ἄστυ | |
---|---|---|
10 | Φοίβου, ἔνδον εἱῶι δ’ ἀέκων ἵδρυσε μελάθρωι καί σε φίλως θυέ〈εσ〉σιν ἀρέσσατο. Τὸμ μὲν ἄρ’ αἰὼν γηραιὸν κατέπεφνε, λίπεν δ’ ἐν σεῖο τεράμνωι υἷα θυηπολέεν Δημήτριον, ὧι ἐπίπαγχυ γήθησαν θέραπες. Τοῦ μὲγ κλύες εὐξαμένοιο | |
15 | εἰκῶ χαλκείην νειῶι θέμεν εὖ δὲ τελέσσαι, ἔννυχος Ἀντιπάτροιο καθυπνώοντι φαανθεὶς δεμνίωι ἤνωγες τελέσαι χρέος. Ἀλλ’ ὅτε καὶ τὸν γηραλέον λίπε μοῖρα, πάϊς γε μὲν ἐσθλὰ διδαχθεὶς ἐκ πατρὸς μεγάλως σέβεν ἱερά, πᾶν δὲ κατ’ ἦμαρ | |
20 | σὰς ἀρετὰς ἤειδεν, ἀεὶ δ’ ἐλλίσ〈σ〉ετο νειὸν | |
ὅππηι σοι δείμειεν ἀριφραδέως καταλέξαι ἔννυχον ὑπνώοντι, διηνεκὲς ὄφρα κε μίμνοις σηκῶι ἐνιδρυθείς, μηδ’ ἄλλυδις ἀλλοδαπῶι ἐν οὔδει ἐνιχρίμπτοιο. Σὺ δ’ ἔφρασας ἀκλέα χῶρον | 69 | |
25 | ὄντα πάρος καὶ ἄσημον, ἀεὶ πεπληθότα λύθρωι παντοίωι μετὰ πολλὸν ἔτι χρόνον· ἐννύχιος γὰρ εὐνῆι ἐπιπρομολὼν λέγες· Ἔγρεο· βαῖνε δὲ μέσσα παστάδος ἀμφὶ θύρεθρα, καὶ εἴσιδε γράμμα τυπωθὲν τυτθῆς ἐκ βύβλοιο τό σε φρονέοντα διδάξει | |
30 | ὅππηι μοι τέμενος τεύχηις καὶ ἐπικλέα νειόν. Αὐτὰρ ὁ θαμβήσας ἀναέγρετο, βὰς δὲ μάλ’ ὠκὺς ἀσπασίως ἴδε γράμμα, καὶ ὤπασεν ἀργυραμοιβὸν τιμὴν οὗ κτέαρ ἔσκε· σέθεν θ’ ἅμα βουλομένοιο ῥηιδίως καὶ νειὸς ἀέξετο καὶ θυόεντες | |
35 | βωμοὶ καὶ τέμενος, τετέλεστο δὲ πάντα μελάθρωι ἕδρανά τε κλισμοί τε θεοκλήτους ἐπὶ δαῖτας. Καὶ τότε δή ῥα κακοῖσι κακὸς φθόνος ἔνβαλε λύσσαν ἀνδράσιν οἵ ῥα δίκηι ἀνεμωλίωι ἐκλήισσαν δοιὼ σὸν θεράποντα, κακὸν δ’ ἐπὶ θεσμὸν ἔτευχον | |
40 | ἢ τί χρὴ παθέειν ἢ ἐκ τίνα τῖσαι ἀμοιβὴν θωῆς ἐνγράψαντα, κακῶι θ’ ὑπὸ δείματι πᾶσαν ἠῶ τε νυκτάς τε περὶ κραδίην ἐλέλιζεν τάρβος θειοπόλοιο. Σὲ δὲ σταλάων ἅμα δάκρυ λίσσετ’ ἀλεξῆσαι μηδ’ ἀκλέα τεῦξαι ἀμοιβὴν | |
45 | σῶι ἱκέτει, θανάτου δὲ κακὰς ἀπὸ κῆρας ἐρῦξαι. Οὐδὲ σύ, παμ〈μ〉νήστοισιν ἐφεσπόμενος πραπίδεσσι, λήσαο τοῦ, νύχιος δὲ μολὼν ἐπὶ δέμνια φωτὸς ηὔδησας· Μέθες ἄλγος ἀπὸ φρενός· οὔ σέ τις ἀνδρὸς ψῆφος ἀϊστώσει, ἐπεὶ εἰς ἐμὲ τείνεται αὐτὸν | |
(50) | ἥδε δίκη, τὴν οὔτις ἐμεῦ περιώσιον ἄλλος ἀνὴρ αὐδήσει· σὺ δὲ μηκέτι δάμναο θυμόν. Ἀλλ’ ὁπότε χρόνος ἷξε δικασπόλος, ἔγρετο ναοῖς πᾶσα πόλις καὶ πάντα πολυμμιγέω〈ν〉 ἅμα φῦλα ξείνων, ὄφρα δίκης θεομήτιδος εἰσαΐοιεν. | |
55 | Ἔνθα σὺ κεῖνο πέλωρον ἐν ἀνδράσι θάμβος ἔτευξας | |
σή τε ἄλοχος· φῶτας γὰρ ἀλιτρο〈νό〉ους ἐπέδησας οἵ ῥα δίκην πόρσυνον, ἐπὶ γναθμοῖς ὑπανύσσας γλῶσσαν ἀναύδητον, τῆς οὔτ’ ὄπιν ἔκλεεν οὐθεὶς οὔτε γ〈ρ〉άμμα δίκης ἐπιτάρροθον, ἀλλ’ ἄρα θείως | 70 | |
60 | στεῦντο θεοπληγέσσιν ἐοικότας εἰδώλοισιν ἔμμεναι ἢ λάεσσιν· ἅπας δ’ ἄρα λαὸς ἐκείνωι σὴν ἀρετὴν θάμβησεν ἐν ἤματι, κα〈ὶ〉 μέγα κῦδος σῶι τεῦξας θεράποντι θεόδμητον κατὰ Δῆλον. Χαῖρε, μάκαρ, καὶ σεῖο συνάορος, οἵ τ’ ἐπὶ νειῶι | |
65 | ἡμετέρων γεγάασι θεοί, πολύυμνε Σάραπι. | 71 |